Add parallel Print Page Options

14 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· [a]Ἔξεστιν τῷ σαββάτῳ [b]θεραπεῦσαι ἢ οὔ; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. [c]καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ [d]πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν [e]ἐν ἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν [f]ἀνταποκριθῆναι πρὸς ταῦτα.

Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε [g]ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον [h]πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ [i]ἀντικαλέσωσίν σε καὶ γένηται [j]ἀνταπόδομά σοι. 13 ἀλλ’ ὅταν [k]δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:3 Ἔξεστιν WH Treg NIV ] Εἰ ἔξεστιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:3 θεραπεῦσαι ἢ οὔ WH Treg NIV ] θεραπεύειν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 πεσεῖται WH Treg NIV ] ἐμπεσεῖται RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:5 ἐν WH NIV ] ἐν τῇ RP; τῇ Treg
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:6 ἀνταποκριθῆναι WH Treg NIV ] + αὐτῷ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 ἐρεῖ WH Treg NIV ] εἴπῃ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:10 πάντων WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀντικαλέσωσίν σε WH Treg NIV ] σε ἀντικαλέσωσιν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀνταπόδομά σοι WH Treg NIV ] σοι ἀνταπόδομα RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13 δοχὴν ποιῇς WH NIV ] ποιῇς δοχήν Treg RP